1 Corinthians 13

1Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν κύμβαλον ἀλαλάζον. 2
 καὶ ἐὰν = Treg NA/NIV RP: || κἂν = WH
καὶ ἐὰν ⸃ ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν,
 καὶ ἐὰν = NA/NIV RP: || κἂν = WH Treg
καὶ ἐὰν ⸅ ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη
 μεθιστάναι = Treg NA/NIV: || μεθιστάνειν = WH RP
μεθιστάναι, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι.
3
 καὶ ἐὰν = RP: || κἂν = WH Treg NA/NIV
καὶ ἐὰν ⸃ ψωμίσω πάντα τὰ ὑπάρχοντά μου,
 καὶ ἐὰν = Treg NA/NIV RP: || κἂν = WH
καὶ ἐὰν ⸅ παραδῶ τὸ σῶμά μου, ἵνα
 καυθήσομαι = NIV: || καυθήσωμαι = Treg RP; || καυχήσωμαι = WH NA
καυθήσομαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.

4 ἀγάπη μακροθυμεῖ, χρηστεύεται
 ἡ ἀγάπη = Treg NA/NIV RP: || [omit] = WH
ἀγάπη ⸃, οὐ ζηλοῖ ἀγάπη, οὐ περπερεύεται, οὐ φυσιοῦται,
5οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, 6οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· 7πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει.

8 ἀγάπη οὐδέποτε
 πίπτει = WH Treg NA/NIV: || ἐκπίπτει = RP
πίπτει. εἴτε δὲ προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται.
9ἐκ μέρους
 γὰρ = WH Treg NA/NIV: || δὲ = RP
γὰρ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν·
10ὅταν δὲ ἔλθῃ τὸ τέλειον,
 τὸ = WH Treg NA/NIV: || τότε τὸ = RP
τὸ ἐκ μέρους καταργηθήσεται.
11ὅτε ἤμην νήπιος,
 ἐλάλουν … ἐλογιζόμην ὡς νήπιος = WH Treg NA/NIV: || ὡς νήπιος ἐλάλουν … ἐλογιζόμην = RP
ἐλάλουν ὡς νήπιος, ἐφρόνουν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος ⸃·
 ὅτε = WH Treg NA/NIV: || ὅτε δὲ = RP
ὅτε γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου.
12βλέπομεν γὰρ ἄρτι δι᾽ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. 13νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη· τὰ τρία ταῦτα, μείζων δὲ τούτων ἀγάπη.



Copyright information for SBLG